Πέμπτη 12 Νοεμβρίου 2020

Ὑπόμνημα εἰς τὸν ὅσιον καὶ Θεοφόρον πατέρα ἡμῶν Νεῖλον τὸν μυροβλύτην τὸν ἐν τῷ ὄρει τοῦ Ἄθωνος ἀσκήσαντα

Άγιος Νείλος ο Μυροβλύτης (λεπτ.)
Τοιχογραφία • Σκήτη Καυσοκαλυβίων, λιτή κυριακού • 1820
Ζωγράφος: Μοναχός Μητροφάνης εκ Βιζύης

 Παραθέτουμε τὸ κείμενο τοῦ κώδικα ὑπ’ ἀριθ. 50 τῆς Ἱ.Μ. Μεγίστης Λαύρας ὅπως μᾶς παραδίδεται:

«Ὑπόμνημα εἰς τὸν ὅσιον καὶ Θεοφόρον πατέρα ἡμῶν Νεῖλον τὸν μυροβλύτην

τὸν ἐν τῷ ὄρει τοῦ Ἄθωνος ἀσκήσαντα.

Εὐλόγησον Πάτερ.

                Νεῖλος ὁ μακάριος ὁ νῦν εἰς μνήμην προκείμενος, ὁ ὁμώνυμος καὶ φερώνυμος τῷ πάλαι Νείλῳ τὸ ἀπὸ ἐπάρχων, Κωνσταντινουπόλεως ἀσκήσαντι ἐν Σιναίῳ, οὐκ ἔστιν ἐν τοῖς πάλαι χρόνοις, ἀλλ’ ἐν τοῖς ἐσχάτοις, καὶ ἡμέτεροις ἀνέτειλε περὶ τὸ χιλιοστὸν ἑξακοσιοστὸν ἀκμάζον, ὡς ἐν ἀσκήσει τολμῶ εἰπεῖν, τοὺς πάλαι ἀσκητὰς ὑπερέβη, ὡς ὑπερ φύσιν ἀγωνισάμενος, οὐ γὰρ ἐν χρόνοις περιορίζονται αἱ ἀρεταί καὶ ἡ πρὸς Θεὸν εὐσέβεια καὶ ἀγάπη, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ κεῖνται προαιρέσει, καθώς καὶ ὁ Ὅσιος οὗτος, καὶ ἑτεροι πρὸ τούτου, καὶ μετὰ τοῦτον ἔδειξαν γενναίους ἀγῶνας, καὶ μεγάλα ἀρετῶν κατορθώματα.

                Οὗτος ἐβλάστησεν ἐν τῇ Τζακωνίᾳ τῆς Πελοποννήσου, εἰς τὸν Ἅγιον Πέτρον, ἥτις ἐστὶν ἀποικίαν τῶν Ἀθωνιτῶν, βαρβαρωθείσης τῆς φωνῆς, Ἀθωνῖται Τζακωνῖται, κἀντεῦθεν Ἀθωνίτης καὶ κατὰ τὸ σαρκικὸν γένος ὁ ἅγιος ὡς ἐκ τῆς ἐν Ἄθω γενεᾶς καταγόμενος∙ οἱ δὲ Τζακωνῖται πάντες εὐσεβεῖς καὶ ὀρθόδοξοι, ἐκ τοιούτων ἄρα καὶ γεννητόρων ἐγεννήθη εὐσεβῶν καὶ ὀρθοδόξων∙ τοῦτον ἐκ νεότητος ἔλαβε καὶ καλῶς ἀνέθρεψε, καὶ τὰ ἱερὰ ἐξέπαίδευσε γράμματα καὶ τὰς ἀρετάς, καὶ ἱεροδιάκονον καὶ πρεσβύτερον ἐποίησεν ὁ θεῖος αὐτοῦ ἱερομόναχος Μακάριος, ὡς ἐν τῇ τούτου δείκνυται διαθήκῃ. Θειοτέραν δὲ ζωήν καὶ ἁγιωτέραν ἐπιποθοῦντες εὑρεῖν, καταλιμπάνουσιν τὴν πατρίδα καὶ πρὸς τὴν εἰκόνα τῆς οὐρανίου πατρίδος τὸ ὄρος τοῦ Ἄθω παραγίνονται ἀμφότεροι, ὅ, τε θεῖος ἱερὸς Μακάριος, καὶ ὁ ἀνεψιὸς Νεῖλος ὁ τρισόλβιος. Πάντα δὲ περιελθόντες τὰ ἐν τῷ Ὄρει ἱερὰ καταγώγια, μοναστήρια καὶ σκήτας, τόπον ζητοῦντες ἐρημικόν, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας ἁρμόδιον, ἐπὶ τὸν ἱερὸν ἔρχονται τοῦτον τόπον, ἁγία Πέτρα τότε καλούμενον, ὡς πάλαι μὲν παρὰ πολλῶν ἁγίων οίκούμενον, τότε δὲ πανέρημον ὄντα καὶ ἀκατοίκητον, διὰ τὸ τραχὺ τοῦ τόπου καὶ ἄνυδρον, οὐδὲ γὰρ ἦν τὸ ἤδη ἐρχόμενον ὕδωρ τότε, ὅπερ καὶ νῦν πολλάκις ἐκλείπει, δι’ αὐτοσχεδίου ἐρχόμενον αὔλακος σχεδὸν ὥρας ὁλοκλήρου διάστημα, οὕτω τὸν τόπον ἰδόντες ἁρμόδιον καὶ ἐρημικὸν καὶ δύσβατον, διότι οὐκ ἦν τότε ὁδός, ἡ ἔπειτα ἐκ τῆς συσταθείσης τῷ ἔτει 1745 σκήτης καυσοκαλυβίου γενομένη, οὐδ’ ἦσαν πλησίον κελλία, πλὴν τοῦ Ἁγίου Πέτρου, καὶ  τοῦ Ἁγίου Συμεών, καὶ ταῦτα κατὰ τῆς τότε ὁδοῦ τὸ μῆκος ἦσαν μακρὰν ἀπέχοντα. Ἐχάρησαν ὡς οἱ εὑρίσκοντες θησαυρόν∙ καὶ ἀπελθόντες εἰς τὴν ἁγίαν Λαύραν ἠγόρασαν τὸν τόπον διὰ δύο χρυσᾶ νομίσματα∙ ὅσους δὲ κόπους κατέβαλον τὰς ὕλας ἐκείνας τὰς ἀγρίας καὶ ἀκανθώδεις ἀνακαθάραντες, ὁ ἱερὸς Μακάριος ἐν τῇ διαθήκῃ παρίστησιν. Ἱερωμένοι δὲ ὅντες καὶ λειτουργοὶ τοῦ Θεοῦ, ἐπειδὴ ὁ τόπος ἐκαλεῖτο ἁγία πέτρα τῆς Παναγίας, ἐπ’ ὀνόματι τῆς σωτηρίου  Ὑπαπαντῆς, τὸν εἰσέτι σωζόμενον ναΐσκον ἀνήγειραν, καὶ τὴν ζωγραφικὴν τέχνην ἐπιστάμενοι ἐζωγράφησαν, καὶ ἱεροῖς σκεύεσι, καὶ ἀμφίοις, καὶ βιβλίοις ἐπλούτησαν, ὡς ἐν τῇ διαθήκῃ τοῦ Μακαρίου ὁρᾶται, ἐν ἧ ὁ Μακάριος διάδοχον τὸν Νεῖλον καταλιμπάνει ὡς τότε νεώτερον. Ὁ μακάριος Νεῖλος ἔρωτι θείῳ φλεγόμενος, καὶ μόνος μόνῳ Θεῷ προσανέχειν αἱρούμενος, οὐδὲ ἡ ἠρεμία αὕτη ἡ τόσον σκληρὰ ἐξήρκει αὐτῷ πρὸς τοῦ πόθου τὸ φίλτρον, ὅθεν ἐζήτει τόπον ἐρημικώτερον∙ ὁρᾶται δέ, οἵα ἡ κατὰ Θεὸν ἀγάπη καὶ ὁ ἔνθεος ἀληθής ἔρως ποιοῦσιν ἐν τοῖς ἀληθῶς αὐτὸν ἀγαπῶσιν, σπήλαιον ἐστὶ πλησίον τοῦ ἱεροῦ τούτου τόπου, ἐξ ἑκατέρων μερῶν καὶ πλαγίων, καὶ ἄνω καὶ κάτω κατάκρημνον, καὶ κάτω τις ὁρῶν, χάος ὁρᾷ φρίκης καὶ τρόμου μεστὸν∙ καὶ οὐ μόνον προσεγγίσαι, ἀλλὰ καὶ ἁπλῶς κατανοῆσαι δειλιᾷ ἄνθρωπος, καὶ ὑπότρομος γίνεται.

                Τοῦτο ἰδὼν ὁ θεῖος Νεῖλος τοῦ πόθου αὐτοῦ ἁρμόδιον οἰκητήριον, τίσι μηχαναῖς κατὰ πρῶτον ἐχρήσατο καὶ κατῆλθεν, αὐτὸς οἶδε καὶ Θεὸς ὁ τοῦτον ἐν ἐκείνῳ ὁδηγήσας πάντως οὐκ ἄνευ κινδύνου κατῆλθεν, ἀλλ’ ὁ ἔρως ὁ ἀληθὴς τῆς πρὸς Θεὸν αὐτοῦ ἀγάπης πάντα κίνδυνον ἐνίκα∙ τὶ δὲ ἄλλο τὸ ἐκεῖσε κατελθεῖν ἐκίνει, ὄντος καὶ τοῦ ἀνωτέρου τόπου ἐρημικωτάτου ὡς εἴπομεν; ἢ ὅτι ἐκεῖσε ἐνίοτε τινες ἤρχοντο χάριν εὐλαβείας καὶ μὴ βουλόμενος γινώσκειν οὔτε τὸ θεῖον αὐτοῦ τὰ πρὸς Θεὸν αὐτοῦ οἰμωγὰς καὶ τὰ δάκρυα.

                Κρύπτουσι γὰρ οἱ κατὰ Θεὸν βιοῦντες τοὺς θρήνους αὐτῶν, καὶ τὰς ἀρετὰς φοβούμενοι τὸ δοξάριον τῆς κενοδοξίας∙ καὶ ὁ θεῖος ἔρως ἄπαυστος ἐγγίνεται αὐτοῖς οὗσιν ἐκτὸς πάσης βιοτικῆς (εἰκαίας) τύρβεις, ὄντος λοιπὸν τοῦ μακαρίου Νείλου τῷ Θεῷ ἀνακειμένου ὁ τόπος οὗτος ὡς ἀπροσπέλαστος, ἐδόκει αὐτῷ ἐπιτήδειος, οὔτε αἱ θεωρίαι καὶ ἀναβάσεις τῆς ψυχῆς συνεστέλλοντο, μεμονωμένου ὄντος, καὶ μηδεμίαν αἰτίαν ἔχοντος, καὶ μηδεμίαν αἰτίαν ἔχοντος κωλυθῆναι παράτινος πώποτε, οὐδὲ γὰρ ἠδύνατὀ τις ἐκεῖσε ἐλθεῖν καὶ διασεῖσαι αὐτὸν ἐπὶ τῇ ἀδιαλλείπτῳ εὐχῇ καὶ οὐρανίῳ μελέτῃ σχολάζοντα, τοσοῦτον ὁ τόπος οὗτος τοῦ σπηλαίου ἔδοξε πᾶσι στυγερὸς, ὥστε οὐδεὶς μετὰ τὸν Ὅσιον ἐκεῖσε κατώκησε∙ καὶ νῦν μετὰ τὴν τῶν ἱερῶν λειψάνων ἐκείνου φανέρωσιν τὴν περὶ τὸ χιλιοστὸν ὀκτακοσιοστὸν δέκατον ἔτος γενόμενην, ἐν μηνὶ Μαΐῳ ἑβδόμῃ, ναοῦ περικαλλεστάτου οἰκοδομηθέντος, καὶ τῆς ὁδοῦ λαξευθείσης καὶ ὁμαλῆς κατασκευασθείσης καὶ ἀνυπόπτου πρὸς τὴν ἐν σπηλαίῳ κατάβασιν καὶ ἀνάβασιν. Οὐδεὶς ἀφόβως προσέρχεται καὶ οἱ πλείους μακρὰν ὁρῶντες καὶ δειλιῶντες, οὔτε προσεγγίζουσι, καίτοι ποθοῦντες καὶ εὐλαβούμενοι τὸ ἄντρον ἰδεῖν, καἰ τὸν περικαλλέστατον ναόν ἐκεῖνον καὶ τὸν τάφον προσκυνῆσαι καὶ κατασπάσασθαι, ὑπὸ μόνης τῆς φρικαλέας ταύτης  ὁράσεως, πάντα ταῦτα τὰ ποθούμενα ἱερὰ ἀποφεύγουσι∙ ὅθεν οὐδεὶς πλὴν τοῦ θείου Νείλου μόνου ἐν τούτῳ τῷ ἄντρῳ κατώκησεν ἄχρι τῆς σήμερον. Ὦ πόσης ἀρετῆς ἦν ὁ Ὅσιος οὗτος; ποταπὸς δὲ θεῖος ἔρως, τὴν ἐκείνου ψυχὴν καὶ καρδίαν ἐκράτει καταφλέγων, καὶ πρὸς μόνωσιν ἕλκων, ἀνθρωπίνης παραμυθίας παντελῶς ἀλλότριον; Ὦ! οἴους εἶδεν ἀγῶνας τοῦτο τὸ σπήλαιον τοῦ γενναιοτάτου ἐκείνου ἀγωνιστοῦ! ποταπὰ ποταμηδὸν ρέοντα ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ δάκρυα! Πόσα κατὰ τοὺτου τῶν δαιμόνων φαντάσματα, ἵνα αὐτὸν ἐξώσωσι τοῦ σπηλαίου! οἷαν δὲ μετὰ τὴν κατὰ δαιμόνων νίκην∙ οὐράνιαι ὀπτασίαι καὶ ἀγγέλων χοροστασίαι ἐν τούτῳ ἐφάνησαν τὸν ἰσάγγελον παραμυθῆσαι πρὸς τὸν ὑπεράνθρωπον τοῦτον ἀγῶνα! μόνος ὁ τόπος γίνεται τοῖς νουνεχέσι διδάσκαλος ἄφωνος. Τί δὲ Θεὸς ποιεῖ ὁ μεγαλόδωρος μισθαποδότης, ὁ τὴν καρτερίαν ἰδὼν τοῦ ἀγωνιστοῦ, καὶ τὰ κρυπτὰ ἡμῶν ἐπιστάμενος; Ἔδει τὸν Νεῖλον λειτουργήσαντα τὸ χρέος ἀπελθεῖν πρὸς ὃν ἐπόθει Θεόν, κατέλιπε δὲ τὸ πολύαθλον καὶ καρτερικώτατον ἐκεῖνο σῶμα ἐν τῷ σπηλαίῳ κείμενον. Θεὸς δὲ ὁ δοξάζων τοὺς αὐτὸν δοξάζοντας∙ κρήνην ἀνέδειξε ποταμηδὸν μύρα βλύζουσα εὐώδη εἰς ἄνωθεν ἐκ τοῦ σπηλαίου καταρρέοντα διὰ τοῦ κρημνοῦ ἄχρι τῆς θαλάσσης χεόμενα κατέρρεον. Τῆς φήμης δὲ διαδραμούσης μετὰ πλοίων ἤρχοντο καὶ ἐλάμβανον ἄνθρωποι ὡς ἀπὸ κρήνης ἀρυόμενοι, ὅθεν καὶ καραβοστάσιον τὸν τόπον ὠνόμασαν τὸν κάτωθεν τοῦ σπηλαίου∙ καὶ κηρύττει ὁ τόπος τὰ γινόμενα ἄχρι τῆς σἠμερον οὕτω καλούμενος∙ μαρτυρεῖ δὲ ἀμυδρῶς τὴν ροὴν τοῦ μύρου καὶ ὁ τόπος δι’ οὗ ἔρρεε τὸ μύρον πρὸς τὴν θάλασσαν, καὶ ἐλάμβανον τότε οἱ εὐσεβεῖς. Ὅθεν καὶ μυροβλύτην γράφουσι, καὶ λέγουσι τὸν Ὅσιον ἅπαντες. Πῶς ἔπειτα ἠγνοήθη ὁ τάφος; πάντες εἶχον ἐκ παραδόσεως ὅτι ὁ τάφος τοῦ Ὁσίου ἐν τῷ σπηλαίῳ ἐστί, καὶ τὸ λείψανον αὐτοῦ, καὶ ἔβλεπον μίαν μικρὰν καμάραν, ἀλλ’ οὐδεὶς ἔλαβέ ποτε περίεργον ἂν εἶναι ἐκεῖ τὸ ἅγιον λείψανον. Ὅτε δὲ ἠθέλησεν ὁ Θεὸς ἀποκαλυφθῆναι ἐν τῇ τοῦ Ναοῦ οἰκοδομῇ, τὸτε εὐθέως εὐωδίαν ἐξῆλθεν ἐκ τοῦ τόπου ἐκείνου, καὶ ἀνοίξαντος εὗρον τὴν εὐωδίαν ἐξερχόμενην ἐκ τῶν ἱερῶν λειψάνων. Μαθόντες εἰς τὴν Μεγίστην Λαύραν τὰ γινόμενα, ἐν ἧ τότε ὑπῆρχε καὶ ὁ Πατριάρχης πρώην Κωνσταντινουπόλεως Κυριὸς Γρηγόριος, ἔστειλαν ἱερομονάχους, καὶ ἔλαβον αὐτὰ ἐντίμως μετὰ φώτων, καὶ θυμιαμάτων καὶ ἔφερον ἐν τῇ ἁγίᾳ Λαύρᾳ καὶ ἔθηκαν ἰδίῳ κιβωτίῳ πάντα, ἀφέντες ἐν τῷ ναῷ τοῦ ἁγίου τὴν ἱεράν σιαγόνα πρὸς ἁγιασμὸν τῶν προσερχομένων ἐν αὐτῷ χάριν εὐλαβείας. Ὁ δὲ τάφος ἐκαλλωπίσθη ὄπισθεν τοῦ ἱεροῦ βήματος τοῦ ναοῦ.

                Αὕτη ἐν συντομίᾳ ἡ διήγησις τῆς ζωῆς τοῦ Ὅσίου. Ἐλειτούργησε πιστῶς τῷ Θεῷ, καὶ ἐδόξασεν Αὐτὸν ἐν τοῖς μέλεσιν αὐτοῦ νεκρώσας τὰ πάθη καὶ νικήσας τοῖς παθήμασι καὶ τὰς ἐπιθυμίας τῆς σαρκός, καὶ ἀπάτας τοῦ βίου, καὶ ἀλαζονείας. Εἰκότως καὶ ὁ Θεὸς ἐδόξασε τὸ σῶμα ἐκεῖνο καὶ τὰ τούτου λείψανα τὰ δεξάμενα τὸν ἁγιασμὸν καὶ τὴν χάριν τοῦ Παναγίου Πνεύματος. Δοξάζεται δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἱερῶν πνευμάτων συναγαλλόμενον, ἔνθα ἐποπτεύει τὰ ἡμέτερα καὶ ὡς ἱερεύς καὶ Ἅγιος, μεσίτης ἡμῶν ἐστι πρὸς τὸν Θεόν, πρεσβεύων, διηνεκῶς, ἐξαιρέτως δὲ τὴν σήμερον ἡμέραν ἐν τῇ μνήμῃ αὐτοῦ, ἐν ἧ νοερῶς μετὰ πάντων τῶν ἁγίων τὰ τάγματα, τὰ τὴν μνήμην αὐτοῦ πανηγυρίζοντα, ὧδε πάρεστιν ἀοράτως ὑλικοῖς ἐν ὅμμασιν παρ’ ἡμῶν καὶ πρὸς τὸν αὐτὸν πόθον ἡμῶν καὶ εὐλάβειαν ἀμείβεται πολλαπλασίως.

            Πάρεσο ναὶ πάτερ ἁγιώτατε καὶ δὸς ἡμῖν κατὰ τὰ αἰτήματα, εἰ καὶ ἀνάξιοι ἐσμέν, σὺ ὡς μιμητὴς τοῦ Πανοικτίρμονος Θεοῦ, τοῦ ἀνατέλλοντος τὸν ἥλιον καὶ πέμποντος ἐπίσης τὸν ὑετὸν ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἀγαθοὺς καὶ πονηροὺς ἀμνησικάκως, πρόσδεξαι ἡμῶν τὰς δεήσεις καὶ ἀξίωσον διὰ τὼν θεοδέκτων ἱκεσιῶν σου γενέσθαι παραστάτας τῆς δεξιᾶς μερίδος καὶ τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.»
 
βλ. Ἀρχιμανδρίτου Τίτου Καράντζαλη, Βίος καὶ Πολιτεία τοῦ Ἁγίου Νείλου τοῦ Μυροβλύτου καὶ θαυματουργοῦ, Ἀθήναι 1974, σελ. 31-35.