Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐλογῶν ἐκ τοῦ ὕψους ἀῤῥήτου δόξης σου
καὶ ἐφορῶν, Ταξιάρχα
φωτολαμπές, Μιχαήλ,
μὴ ἐλλείπῃς τοὺς ἐν πίστει τὴν εἰκόνα σου
νῦν προσκυνούντων ἐν Ναῷ
θείου Νείλου Πειραιῶς,
Ἀρχάγγελε, ἀενάως
πᾶσιν ἐκβλύζυσαν ῥεῖθρα
τῆς σῆς ἀόκνου ἀντιλήψεως.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς εὐλαβῶς ἀσπαζομένους τὴν εἰκόνα σου
τὴν χαριτόβρυτον καὶ θείαν, Ἀρχιστράτηγε
Μιχαήλ, Ὁσίου Νείλου Ναὸν κοσμοῦσαν,
τὸν ἐν πόλει Πειραιῶς, εὐλόγει πάντοτε,
περιφρούρει καὶ ἁγίαζε σῇ χάριτι,
ἵνα ψάλλωμεν· Χαίροις, Νοῦς ὁ ὑπέρφωτος.
Μεγαλυνάριον.
Δεῦτε ἀσπασώμεθα ἐν Ναῷ
τοῦ Ὁσίου Νείλου,
ἀντιλήπτορος Πειραιῶς,
Μιχαὴλ εἰκόνα
σεπτοῦ Ἀρχιστρατήγου
παμφώτων πόλου Νόων,
τὴν χαριτόβρυτον.
Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν
Ἀλεξανδρέων Ἐκκλησίας