Ἡ Θεοτόκος εἶπεν ἐπὶ λέξει στὸν Ὅσιoν Πέτρον τὸν Ἀθωνίτην:
«Ἔστιν Ὄρoς ἐπ᾿ Εὐρώπης κάλλιστον ὁμοῦ καὶ μέγιστον, πρὸς Λιβύην τετραμμένον, ἐπὶ πολὺ τῆς θαλάσσης εἰσ᾿ ᾧ προϊόν. Τοῦτο τῆς γῆς ἁπάσης ἀπολεξαμένη, τῷ Μοναχῷ πρέπον καταγώγιον προσηλῶσαι διέγνων ἔγωγε, ταῦτ᾿ ἄρα καὶ ἰδιαίτατον ἐνδιαίτημα τοῦτ᾿ ἀφιερώσασα ἐμαυτῇ καὶ ἅγιον τοὐντεῦθεν κεκλήσεται. Καὶ τῶν ἐπ᾿ αὐτοῦ δὲ τὸν πρὸς τὸν κοινὸν ἀνθρώποις πολέμιον ἀγῶνα ἐπαναιρουμένων προπολεμήσω διὰ βίου παντός, καὶ πάντως ἔσομαι τούτοις ἄμαχος σύμμαχος, τῶν πρακτέων ὑφηγητής, τῶν μὴ πρακτέων ἑρμηνευτής, κηδεμών, ἰατρός, τροφεύς, ἣν ἄρα βούλει τροφῆς τε καὶ ἰατρείας, ὅσῃ τε πρὸς τὸ σῶμα τείνει καὶ τοῦτο συνίσταται καὶ λύσι τελεῖ, καὶ ὅση τὸ πνεῦμα διανίσταται καὶ ῥώννυσι καὶ μὴ τοῦ καλοῦ διαπεσεῖν συγχωρεῖ. Συστήσω δ᾿ ἄρα τῷ υἱῷ καὶ Θεῷ μου, οἷς ἂν γένηται καλῶς καταλύσαι τῇδε τὸν βίον, τῶν αὐτοῖς ἡμαρτημένων τελείαν ἐξαιτησαμένη παρ᾿ αὐτοῦ τὴν ἄφεσιν.»Ἁγίου Γρηγορίου Παλαμᾶ, Εἰς τὸν Ὅσιον
Πέτρον τὸν Ἀθωνίτην, P.G. 150, 1005.