Το φρέαρ του Ιακώβ |
Εισελεύσομαι εις τον άγιον οίκον Σου... |
Ἀπολυτίκιον Ἁγίου Φιλουμένου τοῦ Κυπρίου
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ὀρούντης τὸν γόνον, νήσου Κύπρου τὸ βλάστημα, καὶ ἱερομάρτυρα νέον Ἰακὼβ θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ὡς πρόμαχον τῆς πίστεως ἡμῶν, καὶ ἀήττητον ὁπλίτην Χριστοῦ τῆς ἀληθείας πόθῳ κράζοντες· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτίσαντι, δόξα τῷ σὲ ἡμῖν χειραγωγὸν πρὸς πόλον δείξαντι.