Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παντάνασσα, καθαγίαζε
πιστῶν προσφύγων σου βίον
καὶ οὐρανόθεν ἀεὶ
περιφρούρει ὑμνητὰς σῆς ἀντιλήψεως
ἔχουσα ὡς συμπρεσβευτὴν
θεῖον Νεῖλον, ἀσκητὴν
θεόπνουν καὶ μυροβλύτην,
μεθ’ οὗ ἐπίχεε πᾶσιν
ἐν Πειραιεῖ οἰκοῦσι χάριν σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Παμβασιλέως Ἰησοῦ μητέρα εὔστοργον,
τὴν ὑπερύμνητον Παντάνασσαν, ὑμνήσωμεν
καὶ αὐτῆς κατασπασώμεθα τὴν εἰκόνα,
ἣν Ναὸς Ἁγίου Νείλου ὁ περίλαμπρος
Πειραιῶς ὡς πολυτίμημον θησαύρισμα
ἔχει, ψάλλοντες· Χαίροις, Ἄχραντε Δέσποινα.
Μεγαλυνάριον.
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς
τὴν σεπτὴν εἰκόνα
Παντανάσσης τῆς θαυμαστῆς,
εὔχους ὑπαρχούσης
Ναοῦ Ἁγίου Νείλου
ἐν Πειραιεῖ, παγκάλου,
σκέπης καὶ φύλακος.
Δρ Χαραλάμπης Μ. Μπούσιας
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας