ΣΤΑΣΙΣ ΠΡΩΤΗ Ἦχος πλ. α’.
Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις;
πῶς καὶ τάφῳ οἰκεῖς;
τοῦ θανάτου τὸ βασίλειον λύεις δέ,
καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.
Μεγαλύνομέν σε,
Ἰησοῦ Βασιλεῦ,
καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου,
δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Ὁ Δεσπότης πάντων,
καθορᾶται νεκρός,
καὶ ἐν μνήματι καινῷ κατατίθεται,
ὁ κενώσας τὰ μνημεῖα τῶννεκρῶν.
Μετὰ τῶν κακούργων,
ὡς κακοῦργος Χριστέ,
ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας,
κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει,
παρὰ πάντας βροτούς,
ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,
ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.
Ὢ θαυμάτων ξένων!
ὢ πραγμάτων καινῶν!
Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται,
κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Καὶ ἐν ταφῶ ἔδυς,
καὶ τῶν κόλπων, Χριστέ,
τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας·
τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Νοερῶν συντρέχει,
στρατιῶν ἡ πληθύς,
Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε,
τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.
Ἐν καινῷ μνημείῳ,
κατετέθης Χριστέ,
καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας,
ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπὶ γῆς κατῆλθες,
ἵνα σώσῃς Ἀδάμ·
καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα,
μέχρις ᾅδου κατελήλυθας ζητῶν.
Ὡς βροτὸς μὲν θνῄσκεις,
ἐκουσίως Σωτήρ,
ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας,
ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Νεκρωθέντα πάλαι,
τὸν Ἀδὰμ φθονερῶς,
ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου,
νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδὰμ.
Νοεραί σε τάξεις,
ἠπλωμένον νεκρόν,
καθορῶσαι δι’ ἡμᾶς ἐξεπλήττοντο,
καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Τὴν πλευρὰν ἐνύγης,
ὁ πλευρὰν εἰληφὼς,
τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας,
καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἁπλωθεὶς ἐν ξύλῳ,
συνηγάγω βροτούς·
τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥητον,
πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
Προσκυνῶ τὸ Πάθος,
ἀνυμνῶ τὴν Ταφήν,
μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε,
δι’ ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Ἐκουσίως Σῶτερ,
κατελθὼν ὑπὸ γῆν,
νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας,
καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Ὁ χειρί σου πλάσας,
τὸν Ἀδὰμ ἐκ τῆς γῆς,
δι’ αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος,
καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
Οἴμοι φῶς τοῦ Κόσμου!
οἴμοι φῶς τὸ ἐμόν!
Ἰησοῦ μου ποθεινότατε ἔκραζεν,
ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Ὦ Θεὲ καὶ Λόγε,
ὢ χαρὰ ἡ ἐμή,
πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον
νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Τίς μοι δώσει ὕδωρ,
καὶ δακρύων πηγάς,
ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν,
ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
Πότε ἴδω Σῶτερ,
σε τὸ ἄχρονον φῶς,
τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου;
ἡ Παρθένος ἀνεβόα γοερῶς.
Θέλων ὤφθης Λόγε,
ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς,
καὶ τοὺς βροτοὺς ὡς προείρηκας,
ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀνυμνοῦμεν Λόγε σε τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακαρίζομέν σε,
Θεοτόκε ἁγνή,
καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον,
τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ Ἦχος πλ. α’.
Ἄξιόν
ἐστι,
μεγαλύνειν σε τὸν Ζωοδότην,
τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα,
καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄξιόν ἐστι,
μεγαλύνειν σε τὸν πάντων Κτίστην·
τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν,
τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ,
καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη,
σοῦ τοῦ ἀνεσπέρου φωτὸς Χριστέ,
ἐν τῷ τάφῳ δύντος νῦν σωματικῶς.
Ρήγνυται ναοῦ,
καταπέτασμα τῇ σῇ Σταυρώσει,
κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς,
σου κρυβέντος τοῦ ἡλίου ὑπὸ γῆν.
Γῆς ὁ καταρχάς,
μόνῳ νεύματι πήξας τὸν γῦρον,
ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν·
τῷ θεάματι δε φρῖξον οὐρανέ.
Θρῆνον ἱερόν,
δεῦτε ᾄσωμεν Χριστῷ θανόντι,
ὡς αἱ Μυροφόροι γυναῖκες πρίν,
ἵν’ ἀκούσωμεν τὸ Χαῖρε σὺν αὐταῖς.
Μύρον ἀληθῶς,
σὺ ἀκένωτον ὑπάρχεις Λόγε·
ὅθεν σοι καὶ μύρα προσέφερον,
Μυροφόροι σοι τῷ ζῶντι, ὡς νεκρῷ.
Ἔπτηξεν Ἀδάμ,
Θεοῦ βαίνοντος ἐν Παραδείσῳ,
χαίρει δὲ πρὸς ᾅδην φοιτήσαντος,
πεπτωκὸς τὸ πρώην, καὶ νῦν ἐξεγερθείς.
Τάφῳ Ἰωσήφ,
εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων,
ὕμνους ἐξοδίους θεοπρεπεῖς,
τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.
Ὄμμα τὸ γλυκύ,
καὶ τὰ χείλη σου πῶς μύσω Λόγε;
πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε;
Μετὰ φρίκης ἀνεβόα Ἰωσήφ.
Ἥλιος φαιδρόν,
ἀπαστράπτει μετὰ νύκτα Λόγε·
καὶ σῦ δ’ ἀναστὰς ἐξαστράψειας,
μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Γῆ σε πλαστουργέ,
ὑπὸ κόλπους δεξαμένη τρόμῳ,
συσχεθεῖσα Σῶτερ τινάσσεται,
ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.
Μύροις σε Χριστέ,
ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων,
νῦν καινοπρεπῶς περιστείλαντες, ἀνεβόων·
φρῖξον, ἅπασα ἡ γῆ.
Κάλλος Λόγε
πρίν,
οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες,
ἀλλ’ ἐξαναστὰς ὑπερέλαμψας,
καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.
Ἔδυς τῇ σαρκί,
ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος·
καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος,
ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Ὕπνωσας μικρόν,
καὶ ἐζώωσας τοὺς τεθνεῶτας,
καὶ ἐξαναστὰς ἐξανέστησας,
τοὺς ὑπνοῦντας ἐξ αἰῶνος, Ἀγαθέ.
Ὥσπερ πελεκάν,
τετρωμένος τὴν πλευράν σου Λόγε,
σοὺς θανόντας παῖδας ἐζώωσας,
ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Ἥλιον τὸ πρὶν,
Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν·
αὐτὸς δὲ ἀπέκρυψας,
καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
Κόλπων πατρικῶν,
ἀνεκφοίτητος μείνας, οἰκτίρμον,
καὶ βροτὸς γενέσθαι εὐδόκησας,
καὶ εἰς ᾅδην καταβέβηκας Χριστέ.
Ἤρθη σταυρωθείς,
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας,
ἄπνους δ’ἐν αὐτῇ οὗτος θάπτεται,
ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
Ἔφριξεν ἰδών,
τὸ ἀόρατον φῶς σε Χριστέ μου,
μνήματι κρυπτόμενον ἄπνουν τε,
καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Ἔκλαιε πικρῶς,
ἡ πανάμωμος Μήτηρ σου Λόγε,
ὅτε ἐν τῷ τάφῳ ἑώρακε,
σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Νέκρωσιν τὴν σήν,
ἡ πανάφθορος Χριστέ σου Μήτηρ,
βλέπουσα πικρῶς σοι ἐφθέγγετο·
μὴ βραδύνης ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
Ὕμνοις σου Χριστέ,
νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε,
ἅπαντες πιστοὶ ἐκθειάζομεν,
οἱ θανάτου λυτρωθέντες σῇταφῇ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἄναρχε Θεέ,
συναΐδιε Λόγε καὶ Πνεῦμα,
σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον,
κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τέξασα ζωήν,
Παναμώμητε ἁγνὴ Παρθένε,
παῦσον Ἐκκλησίας τὰ σκάνδαλα,
καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Ἄξιόν
ἐστι,
μεγαλύνειν σε τὸν Ζωοδότην,
τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα,
καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ Ἦχος γ’.
Αἱ
γενεαὶ πᾶσαι,
ὕμνον τῇ Ταφῇ σου,
προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου,
ὁ Ἀριμαθαίας,
ἐν ταφῶ σε κηδεύει.
Μυροφόροι ἦλθον,
μύρα σοι Χριστέ μου,
κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις,
ὕμνους ἐξοδίους,
προσοίσωμεν τῷ Κτίστῃ.
Οὕς ἔθρεψε τὸ
μάννα,
ἐκίνησαν τὴν πτέρναν,
κατὰ τοῦ Εὐεργέτου.
Οὕς ἔθρεψε τὸ μάννα,
φέρουσι τῷ Σωτῆρι,
χολὴν ἅμα καὶ ὄξος.
Ὢ τῆς
παραφροσύνης,
καὶ τῆς Χριστοκτονίας,
τῆς τῶν προφητοκτόνων!
Ὡς ἄφρων ὑπηρέτης,
προδέδωκεν ὁ μύστης,
τὴν ἄβυσσον σοφίας.
Τὸν ῥύστην ὁ πωλήσας,
αἰχμάλωτος κατέστη,
ο δόλιος Ιούδας.
Ἰωσὴφ κηδεύει,
σὺν τῷ Νικοδήμω,
νεκροπρεπῶς τὸν Κτίστην.
Ὕπτιον ὁρῶσα,
ἡ Πάναγνός σε Λόγε,
μητροπρεπῶς ἐθρήνει.
Ὢ γλυκύ μου ἔαρ,
γλυκύτατόν μου Τέκνον,
ποῦ ἔδυ σου τὸ κάλλος;
Ἀνέκραζεν ἡ Κόρη,
θερμῶς δακρυῤῥοοῦσα,
τὰ σπλάγχνα κεντουμένη.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου,
γλυκύτατόν μου Τέκνον,
πῶς τάφῳ νῦν καλύπτῃ;
Τὸν Ἀδὰμ καὶ Εὔαν,
ἐλευθερῶσαι, Μῆτερ,
μὴ θρήνει, ταῦτα πάσχω.
Δοξάζω σου Υἱέ
μου,
τὴν ἄκραν εὐσπλαγχνίαν,
ἧς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης,
καὶ χολὴν οἰκτίρμων,
τὴν πάλαι λύων γεῦσιν.
Ἰκρίω προσεπάγης,
ὁ πάλαι τὸν λαόν σου,
στύλῳ νεφέλης σκέπων.
Αἱ Μυροφόροι Σῶτερ,
τῷ τάφῳ προσελθοῦσαι,
προσέφερόν σοι μύρα.
Ἀνάστα
Ζωοδότα,
ἥ σε τεκοῦσα Μήτηρ,
δακρυῤῥοοῦσα λέγει.
Οὐράνιαι
Δυνάμεις,
ἐξέστησαν τῷ φόβῳ,
νεκρόν σε καθορώσαι.
Τοῖς ποθῶ τε καὶ φόβῳ,
τὰ πάθη σου τιμῶσι,
πταισμάτων δίδου λύσιν.
Φρίττουσιν οἱ
νόες,
τὴν ξένην καὶ φρικτήν σου,
Ταφὴν τοῦ πάντων Κτίστου.
Ἔῤῥαναν τὸν τάφον,
αἱ Μυροφόροι μύρα,
λίαν πρωὶ ἐλθοῦσαι.
Εἰρήνην Ἐκκλησία,
λαῷ σου σωτηρίαν,
δώρησαι σῆ Ἐγέρσει.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὦ Τριὰς Θεέ μου,
Πατὴρ Υἱὸς καὶ
Πνεῦμα,
ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου,
Ἀνάστασιν
Παρθένε,
ἀξίωσον σοὺς δούλους.
Αἱ
γενεαὶ πᾶσαι,
ὕμνον τῇ Ταφῇ σου,
προσφέρουσι Χριστέ μου.